TLG 1438 003 :: HIPPYS :: Fragmenta

HIPPYS Hist.
(Rheginus: 5 B.C.?)

Fragmenta

Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 13–15.

Frr. 1–8

Citation: Fragment — (line)

t1-6

ΧΡΟΝΙΚΑ. ἐν βιβλίοις εʹ.

1

Schol. Apoll. Rh. IV, 262: Ἵππυς τοὺς Αἰγυπτίους ἀρχαιοτάτους γεγονέναι λέγει, καὶ πρώτους στοχάσασθαι τῆς τοῦ ἀέρος κρά‐ σεως· καὶ γονιμώτατον εἶναι τὸ τοῦ Νείλου ὕδωρ.

2

Stephan. Byz. v. Ἀρκάς: Ἵππυς δὲ ὁ Ῥηγῖνος λέγεται πρῶτος καλέσαι Προσελήνους τοὺς Ἀρκάδας, καὶ τὸ ἄστρον λέγεται ἐν τῷ οὐρανῷ τότε ἄρκτος κλη‐ θῆναι, ἣ ἅμαξα λέγεται.

3a

Schol. Eur. Med. 10 de Medea: Περὶ δὲ τῆς εἰς Κόρινθον μετοικήσεως Ἱππεὺς (corr. Ἵππυς) ἐκτί‐ θεται καὶ Ἑλλάνικος.

3b

Schol. Eur. Med. 20: Μήδειαν ὑπὸ Ἀκάστου ἐκ‐ πεσοῦσαν σὺν Ἰάσονι Ἱππότης ὑπεδέξατο Κρέοντος τοῦ Λυκαίθου. Ὁ Λύκαιθος δὲ, ἐπεὶ Βελλεροφόντης ᾤχετο, ἦρξεν ἔτη κζʹ, ἔπειτα Κρέων λʹ, εἶτα Ἱππότης. Ἐπεὶ
5δὲ Ἰάσων ἔγημε τὴν Ἱππότου θυγατέρα, τότε δὴ κτεί‐
νασα τοὺς παῖδας αὑτῆς, ἀπαλλάσσεται πρὸς Αἰγέα.13

4

Zenob. III, 42: Δῶρον δ’ ὅ τι δῷ τις ἐπαί‐ νει: Αὕτη κόμμα ἐστὶ χρησμοῦ τοῦ δοθέντος Μυ‐ σκέλλῳ τῷ Ῥυπὶ, καθ’ ὃν δὴ χρόνον Κρότωνα οὐκ ἐβούλετο οἰκίζειν, [ἀλλὰ] Σύβαριν, ὥς φησιν Ἵππυς
5ἐν τῷ Περὶ χρόνων. Φησὶ δὲ οὕτως ἔχειν τὸν χρησμόν· Μύσκελλε βραχύνωτε, παρὲκ θεὸν ἄλλα ματεύων κλαύματα θηρεύσεις· δῶρον δ’ ὅτι δῷ (ὃ διδῷ?) τις ἐπαίνει.

5

Antigonus Hist. Mir. c. 121 (133): Ἵππυς δὲ ὁ Ῥηγῖνος [περὶ τῶν λεγομένων τόπων φθείρειν τὰ ἐμπίπτοντα] τοιοῦτόν τι γράφει· φησὶν ἐν Ἀθήναις ἐπὶ βασιλέως Ἐπαινέτου
5(Ὀλυμπιάδος ἕκτης καὶ τριακοστῆς, ἐν ᾗ Ἀρυτάμας Λάκων νικᾷ στάδιον) τῆς Σικελίας ἐν Παλίκοις οἰκο‐ δομηθῆναι τόπον, εἰς ὃν ὅστις ἂν εἰσέλθῃ, εἰ μὲν κατα‐ κλιθείη, ἀποθνήσκειν, εἰ δὲ περιπατοίη, οὐδὲν πά‐ σχειν.

6

Plutarch. De Orac. def. c. 23: Ἵππυς δὲ ὁ Ῥηγῖνος (οὗ μέμνηται Φανίας ὁ Ἐρέσιος) ἱστορεῖ δόξαν εἶναι ταύτην Πέτρωνος καὶ λόγον, ὡς ἑκατὸν καὶ ὀγδοήκοντα καὶ τρεῖς κόσμους ὄντας, ἁπτομένους δ’ ἀλ‐
5λήλων κατὰ στοιχεῖον· ὅ τι δὴ τοῦτ’ ἐστὶ, κατὰ στοι‐ χεῖον ἅπτεσθαι, μὴ προσδιασαφῶν, μηδ’ ἄλλην τινὰ
πιθανότητα προσάπτων.14

t7

[ΣΙΚΕΛΙΚΑ.]

7

Athenaei Epit.: Ἵππυς δὲ ὁ Ῥηγῖνος τὴν εἰλεὸν καλουμένην ἄμπελον βιβλίαν φησὶ καλεῖσθαι· ἣν Πόλλιν τὸν Ἀργεῖον, ὃς ἐβασίλευσε Συρακοσίων, πρῶτον εἰς Συρακούσας κομίσαι ἐξ Ἰτα‐
5λίας. Εἴη ἂν οὖν ὁ παρὰ Σικελιώταις γλυκὺς καλού‐ μενος Πόλλιος ὁ Βίβλινος οἶνος. Χρησμός· Πῖν’ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις, οὐδ’ ἱερὰν Ὑπέραν, ὅθι γ’ ἄτρυγον οἶνον ἔπινες.

t8

[ΑΡΓΟΛΙΚΑ.]

8

Aelian. N. A. IX, 33: Τεκμηριῶσαι τοῦτο καὶ Ἵππυς ἱκανός. Ὃ δὲ λέγει ὁ συγγραφεὺς ὁ Ῥηγῖνος, τοιόνδε ἐστίν· γυνὴ εἶχεν ἕλμινθα, καὶ ἰάσασθαι αὐτὴν ἀπεῖ‐
5πον οἱ τῶν ἰατρῶν δεινοί· οὐκοῦν εἰς Ἐπίδαυρον ἦλθεν, καὶ ἐδεῖτο τῶν θεῶν ἐξάντης γενέσθαι τοῦ συνοίκου πάθους. Οὐ παρῆν ὁ θεός· οἱ μέντοι ζάκοροι κατακλί‐ νουσι τὴν ἄνθρωπον ἔνθα ἰᾶσθαι ὁ θεὸς εἰώθει τοὺς δεομένους· καὶ ἡ μὲν ἄνθρωπος ἡσυχάζει προσταχθεῖσα,
10[καὶ] οἵ γε μὴν ὑποδρῶντες τῷ θεῷ τὰ ἐς τὴν ἴασιν αὐτῇ ἐποίουν· καὶ τὴν κεφαλὴν μὲν ἀπὸ τῆς δέρης ἀφαιροῦσι, καθίησι δὲ τὴν χεῖρα ὁ ἕτερος, καὶ ἐξαιρεῖ τὴν ἕλμινθα, θηρίου μέγα τι χρῆμα· συναρμόσαι δὲ καὶ ἀποδοῦναι τὴν κεφαλὴν ἐς τὴν ἀρχαίαν ἁρμονίαν
15οὐκ ἐδύνατο οὐκέτι. Ὁ τοίνυν θεὸς ἀφικνεῖται, καὶ τοῖς μὲν ἐχαλέπηνεν, ὅτι ἄρα ἐπέθεντο ἔργῳ δυνατωτέρῳ τῆς ἑαυτῶν σοφίας· αὐτὸς δὲ ἀμάχῳ τινὶ καὶ θείᾳ δυνάμει ἀπέδωκε τῷ σκήνει τὴν κεφαλὴν, καὶ τὴν ξένην ἀνέ‐
στησεν.15